[ ] Att. — c. 150 p.
1 [κ]αὶ ἐνθάδε συνεσιτο[ῦ]-
μεν καὶ συνεπισπένδομεν.
         membrum
3 πρὸς θεῶν καὶ ἡρώων ὅ-
στις εἶ ὁ ἔχων τὸν χῶρον,
5 μήποτε μετακεινήσῃς
τούτων τι· καὶ τὰς τούτων
τῶν ἀγαλμάτων εἰκόνας
καὶ τιμὰς ὅστις ἢ καθέλοι
ἢ μετακεινοίη, τούτῳ μή-
10 τε γῆν καρπὸν φέρειν μή-
τε θάλασσαν πλωτὴν εἶ-
ναι κακῶς τε ἀπολέσθαι α[ὐ]-
τοὺς καὶ γένος. v ὅστις δὲ
κατὰ χώραν φυλάττοι καὶ
15 τιμῶν τὰ εἰωθότα καὶ αὔ-
ξων διαμένοι, πολλὰ καὶ
ἀγαθὰ εἶναι τούτῳ καὶ
αὐτῷ καὶ ἐκγόνοις.
λυμήνασθαι δὲ μηδὲ λ[ω]-
20 βήσασθαι μηδὲν ἢ ἀπο-
κροῦσαι ἢ συνθραῦσαι ἢ
συνχέαι τῆς μορφῆς κα[ὶ]
τοῦ σχήματος· εἰ δέ τις οὕ-
τω ποιήσει, ἡ αὐτὴ καὶ
25 ἐπὶ τούτοις ἀρά.
        vac.
Search Help
Contact Us