[ ]
Att. — post 160 p.
1 | Ἀππία Ἀννία Ῥήγιλλα Ἡρώδου γυνή, τὸ |
φῶς τῆς οἰκίας. | |
πρὸς θεῶν καὶ ἡρώων ὅστις εἶ ὁ ἔχων τὸν χῶρον, | |
μήποτε μετακεινήσῃς τούτων τι· καὶ τὰς τού- | |
5 | των τῶν ἀγαλμάτων εἰκόνας καὶ τιμὰς ὅστις |
ἢ καθέλοι ἢ μετακεινοίη, τούτῳ μήτε γῆν καρ- | |
πὸν φέρειν μήτε θάλασσαν πλωτὴν εἶναι, κα- | |
κῶς τε ἀπολέσθαι αὐτοὺς καὶ γένος. vv ὅστις | |
δὲ κατὰ χώραν φυλάττοι καὶ τιμῶν τὰ εἰωθό- | |
10 | τα καὶ αὔξων διαμένοι, πολλὰ καὶ ἀγαθὰ εἶναι |
τούτῳ καὶ αὐτῷ καὶ ἐκγόνοις· λυμήνασθαι | |
δὲ μηδὲ λωβήσασθαι μηδὲν ἢ ἀποκροῦσαι | |
ἢ συνθραῦσαι ἢ συνχέαι τῆς μορφῆς καὶ τοῦ | |
σχήματος· vvv εἰ δέ τις οὕτω ποιήσει, ἡ αὐτὴ καὶ | |
15 | ἐπὶ τούτοις ἀρά. |