[ ] Att. — c. 150 p.
1 πρὸς θεῶν καὶ ἡρώων ὅστις
εἶ ὁ ἔχων τὸν χώρον, μήπο-
τε μετακεινήσῃς τούτων
τι· καὶ τὰς τούτων τῶν ἀγαλμά-
5 των εἰκόνας καὶ τιμὰς ὅστις
ἢ καθέλοι ἢ μετακε<ι>νοίη,
τούτῳ μήτε γῆν καρπὸν φέ-
ρειν μήτε θάλασσαν πλω-
τὴν εἶναι, κακῶς τε ἀπολέ-
10 σθαι αὐτοὺς καὶ γένος. v ὅστις
δὲ κατὰ χώραν φυλάττοι καὶ
τιμῶν τὰ εἰωθότα καὶ αὔ-
ξων διαμένοι, πολλὰ καὶ ἀ-
γαθὰ εἶναι τούτῳ καὶ αὐ-
15 τῷ καὶ ἐκγόνοις. λυμήνα-
σθαι δὲ μηδὲ λωβήσασθαι
μηδὲν ἢ ἀποκροῦσαι ἢ
συνθραῦσαι ἢ συνχέαι τῆς
[μορ]φῆς καὶ τοῦ σχήματος·
20 [εἰ δέ τις το]ῦτο ποιήσει, ἡ α[ὐτὴ]
[καὶ ἐπὶ τούτο]ις ἀ[ρά].
Search Help
Contact Us