[ ]
Att. — c. 150 p.
1 | πρὸς θεῶν καὶ ἡρώων, |
ὅστις εἶ ὁ ἔχων τὸν χῶρο[ν] | |
μήποτε μετακεινήσῃς | |
[τ]ούτων τι· καὶ τὰς τούτων τῶν ἀγαλ- | |
5 | [μ]άτων εἰκόνας καὶ τειμὰς ὅστις ἢ |
[κ]αθέλοι ἢ μετακεινοίη, τούτῳ μή- | |
[τ]ε γῆν καρπὸν φέρειν μήτε θάλα[σ]- | |
[σ]αν πλωτὴν εἶναι, κακῶς τε ἀπ[ο]- | |
[λ]έσθαι αὐτοὺς καὶ γένος. vv ὅστι[ς] | |
10 | [δ]ὲ κατὰ χώραν φυλάττοι καὶ |
[τ]ειμῶν τὰ εἰωθότα καὶ αὔξων | |
διαμένοι, πολλὰ καὶ ἀγαθὰ εἶ- | |
ναι τούτῳ καὶ αὐτῷ καὶ ἐκγό- | |
νοις. λυμήνασθαι δὲ μηδὲ λωβή- | |
15 | [σ]ασθαι μηδὲν ἢ ἀποκροῦσαι ἢ συν- |
[θ]ραῦσαι ἢ συνχέαι τῆς μορφῆς καὶ | |
[τ]οῦ σχήματος· εἰ δέ τις οὕτω πο[ι]- | |
[ή]σει, ἡ αὐτὴ καὶ ἐπὶ τούτοις ἀρά. |