[ ]
Att. — c. 150 p.
| 1 | πρὸς θεῶν καὶ ἡρώων, |
| ὅστις εἶ ὁ ἔχων τὸν χῶρο[ν] | |
| μήποτε μετακεινήσῃς | |
| [τ]ούτων τι· καὶ τὰς τούτων τῶν ἀγαλ- | |
| 5 | [μ]άτων εἰκόνας καὶ τειμὰς ὅστις ἢ |
| [κ]αθέλοι ἢ μετακεινοίη, τούτῳ μή- | |
| [τ]ε γῆν καρπὸν φέρειν μήτε θάλα[σ]- | |
| [σ]αν πλωτὴν εἶναι, κακῶς τε ἀπ[ο]- | |
| [λ]έσθαι αὐτοὺς καὶ γένος. vv ὅστι[ς] | |
| 10 | [δ]ὲ κατὰ χώραν φυλάττοι καὶ |
| [τ]ειμῶν τὰ εἰωθότα καὶ αὔξων | |
| διαμένοι, πολλὰ καὶ ἀγαθὰ εἶ- | |
| ναι τούτῳ καὶ αὐτῷ καὶ ἐκγό- | |
| νοις. λυμήνασθαι δὲ μηδὲ λωβή- | |
| 15 | [σ]ασθαι μηδὲν ἢ ἀποκροῦσαι ἢ συν- |
| [θ]ραῦσαι ἢ συνχέαι τῆς μορφῆς καὶ | |
| [τ]οῦ σχήματος· εἰ δέ τις οὕτω πο[ι]- | |
| [ή]σει, ἡ αὐτὴ καὶ ἐπὶ τούτοις ἀρά. |