[ ] Att. — c. 150 p.
1 πρὸς θεῶν καὶ ἡρώων ὅστις εἶ ὁ ἔχων
        Ἀχιλλεύς
τὸν χῶρον μήποτε μετακεινήσῃς
τούτων τι· καὶ τὰς τούτων τῶν ἀ-
5 γαλμάτων εἰκόνας καὶ τειμὰς
ὅστις ἢ καθέλοι ἢ μετακεινοίη,
τούτῳ μήτε γῆν καρπὸν φέρειν
μήτε θάλασσαν πλωτὴν εἶναι
κακῶς τε ἀπολέσθαι αὐτὸν καὶ
10 γένος. v ὅστις δὲ κατὰ χώραν
φυλάττοι καὶ τιμῶν τὰ εἰωθότα
καὶ αὔξων διαμένοι, πολλὰ κα[ὶ]
ἀγαθὰ εἶναι τούτῳ καὶ αὐτῷ κ[αὶ]
ἐγγόνοις. v λυμήνασθαι δὲ μη-
15 δὲ λωβήσασθαι μηδὲν ἢ ἀποκροῦ-
σαι ἢ συνθραῦσαι ἢ συνχέαι τῆς
μορφῆς καὶ τοῦ σχήματος· εἰ δέ τ[ις]
οὕτως ποιήσει, ἡ αὐτὴ καὶ ἐπὶ τού-
τοις ἀρά. v ἀλλ ἐᾶν τά τε ἐπιθέ-
20 ματα τῶν μορφῶν ἀσινῆ καὶ ἀκέ-
ραια καὶ τὰ ὑποστήματα, τὰς βάσε[ις],
        ὡς ἐποιήθησαν.
          membrum
23 καὶ ἐπὶ πρώτῳ γε καὶ
ἐπὶ πρώτοις ὅστις
25 ἢ προστάξειεν ἑτέ-
ρῳ <ἢ> γνώμης ἄρξειεν
ἢ γνώμῃ συμβούλοι-
το τὸ περὶ τοῦ τού-
των τι κεινηθῆναι
30 ἢ συνχυθῆναι.
Search Help
Contact Us