[ ]
Att. — c. 150 p.
| 1 | πρὸς θεῶν καὶ ἡρώων ὅστις εἶ ὁ ἔχων |
| Ἀχιλλεύς | |
| τὸν χῶρον μήποτε μετακεινήσῃς | |
| τούτων τι· καὶ τὰς τούτων τῶν ἀ- | |
| 5 | γαλμάτων εἰκόνας καὶ τειμὰς |
| ὅστις ἢ καθέλοι ἢ μετακεινοίη, | |
| τούτῳ μήτε γῆν καρπὸν φέρειν | |
| μήτε θάλασσαν πλωτὴν εἶναι | |
| κακῶς τε ἀπολέσθαι αὐτὸν καὶ | |
| 10 | γένος. v ὅστις δὲ κατὰ χώραν |
| φυλάττοι καὶ τιμῶν τὰ εἰωθότα | |
| καὶ αὔξων διαμένοι, πολλὰ κα[ὶ] | |
| ἀγαθὰ εἶναι τούτῳ καὶ αὐτῷ κ[αὶ] | |
| ἐγγόνοις. v λυμήνασθαι δὲ μη- | |
| 15 | δὲ λωβήσασθαι μηδὲν ἢ ἀποκροῦ- |
| σαι ἢ συνθραῦσαι ἢ συνχέαι τῆς | |
| μορφῆς καὶ τοῦ σχήματος· εἰ δέ τ[ις] | |
| οὕτως ποιήσει, ἡ αὐτὴ καὶ ἐπὶ τού- | |
| τοις ἀρά. v ἀλλ ἐᾶν τά τε ἐπιθέ- | |
| 20 | ματα τῶν μορφῶν ἀσινῆ καὶ ἀκέ- |
| ραια καὶ τὰ ὑποστήματα, τὰς βάσε[ις], | |
| ὡς ἐποιήθησαν. | |
| membrum | |
| 23 | καὶ ἐπὶ πρώτῳ γε καὶ |
| ἐπὶ πρώτοις ὅστις | |
| 25 | ἢ προστάξειεν ἑτέ- |
| ρῳ <ἢ> γνώμης ἄρξειεν | |
| ἢ γνώμῃ συμβούλοι- | |
| το τὸ περὶ τοῦ τού- | |
| των τι κεινηθῆναι | |
| 30 | ἢ συνχυθῆναι. |