[ ] Att. — c. 150 p.
face A front {²infra pectus hermae:}²
1 ἥρως Πολυδευκίων,
ταῖσδέ ποτ ἐν τριό-
δοις σὺν σοὶ ἐπε-
    στρεφόμην.
4a {²infra phallum hermae:}²
5 πρὸς θεῶν καὶ ἡρώω[ν],
ὅστις εἶ ὁ ἔχων τὸν χῶρον,
μήποτε μετακεινήσῃ[ς]
τούτων τι· καὶ τὰς τούτω[ν]
τῶν ἀγαλμάτων εἰκόνα[ς]
10 καὶ τειμὰς ὅστις ἢ καθέλ[οι]
ἢ μετακεινοίη, τούτῳ μ[ή]-
τε γῆν καρπὸν φέρειν μ[ή]-
τε θάλασσαν πλωτὴν εἶ-
ναι, κακῶς τε ἀπολέσθα[ι]
15 αὐτοὺς καὶ γένος. vv ὅστις
δὲ κατὰ χώραν φυλάττω[ν]
καὶ τειμῶν τὰ εἰωθότα
καὶ αὔξων διαμένοι, πολλ[ὰ]
καὶ ἀγαθὰ εἶναι τούτῳ καὶ
20 αὐτῷ καὶ ἐκγόνοις.
λυμήνασθαι δὲ μηδὲ λω-
[βή]σασθαι μηδὲν ἢ ἀπο-
[κ]ροῦσαι ἢ συνθραῦσαι ἢ
συνχέαι τῆς μορφῆς κ[αὶ]
25 τοῦ σχήματος· εἰ δέ τις ο[ὕ]-
τω ποιήσει, ἡ αὐτὴ καὶ ἐ-
πὶ τούτοις ἀρά.
face B side.28 ἀλλ ἐᾶν τά τε ἐπ[ι]-
θέματα τῶν μο[ρ]-
30 φῶν ἀσινῆ καὶ ἀκ[έ]-
ραια καὶ τὰ ὑποσ[τή]-
ματα, τὰς βάσεις ὡ[ς]
ἐποιήθησαν. καὶ ἐ[πὶ]
πρώτῳ γε καὶ ἐπὶ π[ρώ]-
35 τοις ὅστις ἢ προστ[ά]-
[ξ]ειεν ἑτέρῳ ἢ γνώμη[ς]
ἄρξειεν ἢ γνώμῃ συ[μ]-
βάλοιτο περὶ τοῦ το[ύ]-
των τι ἢ κεινηθῆν[αι]
40   ἢ συνχυθῆναι.
Search Help
Contact Us