[ ] Att. — c. 150 p.
1 [πρὸς] θε[ῶν καὶ ἡρώων, ὅστις εἶ ὁ ἔ]-
[χω]ν τ<ὸ>ν χῶρ[ον, μήποτε μετακει]-
[ν]ήσῃς τούτων τι· [καὶ τὰς τούτων τ]-
ῶ<ν> ἀ<γα>λμάτων εἰκόνας καὶ τ[ειμὰς ὅστις]
5 ἢ καθέλοι ἢ μετακεινοίη, [τούτῳ μή]-
τε γῆν καρπὸν φέρειν μήτε [θάλασσαν]
πλωτὴν εἶναι, κακῶς τε ἀπο[λέσθαι]
αὐτοὺς καὶ γένος. v ὅστις δὲ [κατὰ χώ]-
ραν φυλάττοι καὶ τιμῶν τὰ εἰωθ[ότα καὶ]
10 αὔξων διαμένοι, πολλὰ καὶ ἀγ[αθὰ εἶ]-
ναι τούτῳ καὶ αὐτῷ καὶ ἐκγόνοι[ς].
λυμήνασθαι δὲ μηδὲ λωβήσασθαι [μη]-
δὲν ἢ ἀποκροῦσαι ἢ συνθραῦσαι ἢ σ[υνχέ]-
αι τῆς μορφῆς καὶ τοῦ σχήματος· εἰ [δέ]
15 τις οὕτω ποιήσει, ἡ αὐτὴ καὶ ἐπὶ τούτοι[ς]
               ἀρά.
ἀλλ’ ἐᾶν τά τε ἐπιθέματα τῶν μορφῶν ἀσι-
νῆ καὶ ἀκέραια καὶ τὰ ὑποστήματα, τὰς βάσεις
ὡς ἐποιήθησαν. καὶ ἐπὶ πρώτῳ τε καὶ ἐπὶ πρώ-
20 τοις ὅστις ἢ προστάξειεν ἑτέρῳ ἢ γνώμης
ἄρξειεν ἢ γνώμῃ συμβάλοιτο περὶ τοῦ [τού]-
των τι ἢ κεινηθῆναι ἢ συνχυθῆναι.
Search Help
Contact Us