[ ]
Att. — c. 150 p.
| 1 | [πρὸς] θε[ῶν καὶ ἡρώων, ὅστις εἶ ὁ ἔ]- |
| [χω]ν τ<ὸ>ν χῶρ[ον, μήποτε μετακει]- | |
| [ν]ήσῃς τούτων τι· [καὶ τὰς τούτων τ]- | |
| ῶ<ν> ἀ<γα>λμάτων εἰκόνας καὶ τ[ειμὰς ὅστις] | |
| 5 | ἢ καθέλοι ἢ μετακεινοίη, [τούτῳ μή]- |
| τε γῆν καρπὸν φέρειν μήτε [θάλασσαν] | |
| πλωτὴν εἶναι, κακῶς τε ἀπο[λέσθαι] | |
| αὐτοὺς καὶ γένος. v ὅστις δὲ [κατὰ χώ]- | |
| ραν φυλάττοι καὶ τιμῶν τὰ εἰωθ[ότα καὶ] | |
| 10 | αὔξων διαμένοι, πολλὰ καὶ ἀγ[αθὰ εἶ]- |
| ναι τούτῳ καὶ αὐτῷ καὶ ἐκγόνοι[ς]. | |
| λυμήνασθαι δὲ μηδὲ λωβήσασθαι [μη]- | |
| δὲν ἢ ἀποκροῦσαι ἢ συνθραῦσαι ἢ σ[υνχέ]- | |
| αι τῆς μορφῆς καὶ τοῦ σχήματος· εἰ [δέ] | |
| 15 | τις οὕτω ποιήσει, ἡ αὐτὴ καὶ ἐπὶ τούτοι[ς] |
| ἀρά. | |
| ἀλλ’ ἐᾶν τά τε ἐπιθέματα τῶν μορφῶν ἀσι- | |
| νῆ καὶ ἀκέραια καὶ τὰ ὑποστήματα, τὰς βάσεις | |
| ὡς ἐποιήθησαν. καὶ ἐπὶ πρώτῳ τε καὶ ἐπὶ πρώ- | |
| 20 | τοις ὅστις ἢ προστάξειεν ἑτέρῳ ἢ γνώμης |
| ἄρξειεν ἢ γνώμῃ συμβάλοιτο περὶ τοῦ [τού]- | |
| των τι ἢ κεινηθῆναι ἢ συνχυθῆναι. |