[ ] Att. — s. II/III p.
1 [Μ]ουσῶν προφῆτιν εὔ<κ>ολ[ο]ν τ’ ἐν[ὶ φρεσίν]
[κά]λλει τ’ ἀκμαίαν πεντεκαιδε[κάτιν ἐμέ]
δαίμων ὁ πικρὸς τῷδ ἔθηκεν [ἐν τάφῳ].
στήλῃ δ’ ὁρῶν μου τοὔνομ’ ἐν[γεγραμμένον]
5 κλαῦσόν με, παροδεῖθ’, ὅτι θάλαμον [οὐκ εἰσέβην],
λείπω δὲ δάκρυ[α κ]αὶ γόους τροφοῖ[σί μου
μοιρῶν γὰρ ἄνισος τοῦτ’ ἐπέκλωσεν μίτος.
Search Help
Contact Us