[ ]
Att. — s. II/III p.
1 | [Μ]ουσῶν προφῆτιν εὔ<κ>ολ[ο]ν τ’ ἐν[ὶ φρεσίν] |
[κά]λλει τ’ ἀκμαίαν πεντεκαιδε[κάτιν ἐμέ] | |
δαίμων ὁ πικρὸς τῷδ ἔθηκεν [ἐν τάφῳ]. | |
στήλῃ δ’ ὁρῶν μου τοὔνομ’ ἐν[γεγραμμένον] | |
5 | κλαῦσόν με, παροδεῖθ’, ὅτι θάλαμον [οὐκ εἰσέβην], |
λείπω δὲ δάκρυ[α κ]αὶ γόους τροφοῖ[σί μου]· | |
μοιρῶν γὰρ ἄνισος τοῦτ’ ἐπέκλωσεν μίτος. |