[ ] Att. — s. I/II p.
1 [μῆτερ ἐμ]ή̣, καλέω σε, τί τὸ ξένον; οὐκ ἐσαίεις
[παιδὸ]ς ὀδυρομένοιο καὶ ἄλλιτον ἄλγος ἔχοντος;
[ν]αὶ λίτομαι, γλυκερὴν ἀπὸ χείλεος ἔκβαλε φωνήν
ὡς πάρος. οὐ λαλέεις καὶ ὀρείνομαι, ἡ δὲ σιωπή
5 μηδὲν ἀπαγγέλλουσα πολὺ πλέον ἄλγος ἀέξει.
εἰ θάνες, ὡς ἐνέπουσι, τί μοι βιότοιο τὸ κέρδος;
νόσφι σέθεν γὰρ ἐμοὶ ζωὴ βιότοιο χερείων.
               {²vac. 0.095}²
8 οὗτος, τί πάσχεις; ποῖ βαδίζεις, ὦ ξένε
ἐκ συμφορήτων ῥακίων ἠπημένος;
10 #⁷#⁷․τιην Ἀθηναίω[ν ․․․]φι․․․․ εται
[— — — — —]
Search Help
Contact Us