[ ] Makedonia (Edonis) — Philippoi — late 4th c. AD — Bosphorus. Essays C. Mango (1995) 217-221 — cf. SEG 46.788
A.1 Φλάβιος Γοργόνιος ὁ Κρατεροῦ
καὶ ΟΤ(?) Γλυκερὶς ἡ Ἀνδρονείκου τοῦ λ(α)μ(προτάτου)
ἐκ πατρίδος Πόντου, οἰκήσαντες
ἐν Φιλίπποις, ἑαυτοῖς καὶ τοῖς τέκνοις
5 κατεσκεύασαν τὸ ἡρῶιον, παρανγέ-
λοντες μηδὲν ἐπεισφέρειν σκήνωμα
ἀλλότριον τοῦ γένους. εἰ δέ τις τολ-
μήσιεν, δώσε<ι> προστείμου τῇ μὲν
ἁγιωτάτῃ ἐκκλησίᾳ χρυσοῦ
10 λείτρας δύο, τῷ δὲ ἱερωτάτῳ
ταμείῳ χρυσοῦ λείτρας πέντε.
B.1 Ἀνδρονείκοιο παὶν Γλυκερὶν παράκοιτιν ὀλέσσας
τοῖσδ’ ἐνὶ γῆς κόλποις κάτθετο Γοργόνιος
ἐκ καμάτων ἰδίων σῆμα τόδ’ ἐξανύσας.
Search Help
Contact Us