[ ]
Att. — s. III/IV p.
1 | ἡ ποτὲ κυδιόωσα ξανθαῖς ἐπὶ κρατὸς ἐθίραις |
καὶ χαριτοβλεφάροις ὄμμασι λαμπομένη | |
χιονέοις τε πρέπουσα προσώποις ἠδὲ παρειαῖς | |
καὶ γλυκεροῦ στόματος ὄπα λιριόεσσαν ἱεῖσα | |
5 | χίλεσι πορφυρέοις ἐλεφαντινέων δι’ ὀδόντων |
παντοίην τε ἀρετὴν περικαλλεῖ σώμα[τ]ι θεῖσα, | |
ἣν τέκεν Εὐτυχίδῃ Κιλικία χαρ[ιτ]ῶπις, | |
εἰκοσιπενταετὴς Τρυφέρα τῇδ’ ἐν χθονὶ κ[εῖται]· | |
Ἑρμέρως δὲ Ἀριστομάχοιο πατρὸ[ς] καὶ μητέ[ρος –⏑] | |
10 | μνῆμ’ ἀλόχῳ φιλίῃ θήκατο κουριδίῃ. |