[ ] Att. — s. III/IV p.
1 ἡ ποτὲ κυδιόωσα ξανθαῖς ἐπὶ κρατὸς ἐθίραις
καὶ χαριτοβλεφάροις ὄμμασι λαμπομένη
χιονέοις τε πρέπουσα προσώποις ἠδὲ παρειαῖς
καὶ γλυκεροῦ στόματος ὄπα λιριόεσσαν ἱεῖσα
5 χίλεσι πορφυρέοις ἐλεφαντινέων δι’ ὀδόντων
παντοίην τε ἀρετὴν περικαλλεῖ σώμα[τ]ι θεῖσα,
H(\N TE/KEN *EU)TUXI/DH| *KILIKI/A XAR[IT]W=PIS,
εἰκοσιπενταετὴς Τρυφέρα τῇδ’ ἐν χθονὶ κ[εῖται]·
Ἑρμέρως δὲ Ἀριστομάχοιο πατρὸ[ς] καὶ μητέ[ρος –⏑]
10 μνῆμ’ ἀλόχῳ φιλίῃ θήκατο κουριδίῃ.
Search Help
Contact Us