[ ] Makedonia (Bottiaia) — Pella — ca. 380-350 BC — Hellenikē Dialektologia 3 (1992/1993) 43-48 — REG 108 (1995) 190-197 — cf. SEG 49.757
1 [Θετί]μας καὶ Διονυσοφῶντος τὸ τέλος καὶ τὸν γάμον καταγράφω καὶ τᾶν ἀλλᾶν πασᾶν γυ-
[ναικ]ῶν καὶ χηρᾶν καὶ παρθένων, μάλιστα δὲ Θετίμας, καὶ παρκαττίθεμαι Μάκρωνι καὶ
[τοῖς] δαίμοσι· καὶ ὁπόκα ἐγὼ ταῦτα διελέξαιμι καὶ ἀναγνοίην πάλε̣ιν ἀνορόξασα
[τόκα] γᾶμαι Διονυσοφῶντα, πρότερον δὲ μή· μὴ γὰρ λάβοι ἄλλαν γυναῖκα ἀλλ’ ἢ ἐμέ,
5 [ἐμὲ δ]ὲ συνκαταγηρᾶσαι Διονυσοφῶντι καὶ μηδεμίαν ἄλλαν· ἱκέτις ὑμῶ<ν> γίνο-
[μαι· ․․․]αν οἰκτίρετε δαίμονες φίλ[ο]ι, ΔΑΓΙΝΑΓΑΡΙΜΕ {²⁷δαπ̣(ε)ινὰ γάρ ἰμε (Dubois)}²⁷ φίλων πάντων καὶ ἐρήμα· ἀλλὰ
[ταῦτ]α φυλάσσετε ἐμὶν ὅπως μὴ γίνηται ταῦ̣τα καὶ κακὰ κακῶς Θετίμα ἀπόληται·
[․․․․]․ΑΛ[— — —]․ΥΝΜ․․ΕΣΠΛΗΝ ἐμός, ἐμὲ δὲ ε̣ὐδαίμονα καὶ μακαρίαν γενέσται·
[— — —]ΤΟ․[— — —]․․․Ε․Ε․ΩΑ․․ΜΕΤΕ[— — —]
Search Help
Contact Us