[ ] Makedonia (Edonis) — Amphipolis — late 2nd/early 1st c. BC — PAAH (1984) pl. 45 — cf. SEG 40.522h — Meletēmata 16 (1993) 163, n. 4
1    οἱ νέοι εἶπαν·
ἐπεὶ Ἀδαῖος Φιλά<γ>ρου ὁ γυμνα-
σίαρχος ὑπάρχων ἀνὴρ καλὸς
καὶ ἀγαθὸς καὶ προαιρούμενος
5 ἐγ νεωτέρων τὴν ἑαυτοῦ φι-
λαγαθίαν φανερὰν ὑπάρχειν
πᾶσιν, παραλαβὼν τήν τε πε-
ρὶ τὸ ἄλειμμα χορηγίαν ἀπὸ
τῆς ἀρχῆς ὑποστησάμενος
10 μεγαλοπρεπῶς συντετή-
ρηκεν εἰς πάντα τὰ καλῶς ἔ-
χοντα τῶν ἀνηλωμάτων ἐπι-
διδοὺς ἑαυτὸν ἀπροφασίσ-
τως, τοῖς τε νεωτέροις καὶ
15 πρεσβυτέροις προσφέρεται
μετὰ πασῆς κοσμιότητος ἀπι-
[— — — — — — — — — — —]
Search Help
Contact Us