SEG 40:563
[ ] Makedonia — Prov. unkn. [Serres] — ca. 150-50 BC — AD 37 A (1982) 203-218
1 Σώστρατος ὁ σπείρας Τιμὼ δέ με γείνατο μάτηρ
Σωπάτραν στυγερὸν δ’ ἤλυθον εἰς Ἀίδαν,
οὔπω λυσαμένα μογερὰν ὠδῖνα λοχείας
ἀλλ’ ἔτι νυμφιδίων ἁπτομένα θαλάμων·
5 οἰκτρὰ δ’ ἐδάκρυσεν Νικόστρατος ὧι με τοκεῖες
τὰν ἑκκαιδεχέτιν δῶκαν ὁμευνέτιδα·
[Ἐ]λπὶς δ’ ἁ θάλπουσα βροτῶν φρένα τὰν ἐπὶ τέκνοις
[ο]ὐ τέρψιν λύπαν δ’ ἀντέπορεν γενέταις·
                             vacat
9 [τὰ]ν νεόνυμφον ἰὼ ξένε τὰν ἀδίαυλος
10 [ἡδυ]τ[ά]των Ἀίδας ἅρπασεν ἐκ θαλάμων
[— — — ἑκκαιδεχ]έ̣τ̣ι̣ν̣ ν̣[εόνυμ]φ̣ο̣ν̣ [— —].
Search Help
Contact Us