[ ] Makedonia (Pieria) — Dion: Karitsa — 202-197 BC — Oikonomos, Epigraphai (1915) 2, 1 — Historia 37 (1988) 154-155
1 [— — — — — — —] ἐν τῶ[ι — — — — — — — — — — — — — — — — — — — — —]
[συσφραγι]σάσθωσαν δὲ̣ [τὴν συνθήκην — — — — — — — — — — — — — — —]
[— — οἵ τε] στρατηγοὶ καὶ οἱ [πρυτάνεις(?) καὶ παρὰ τῆς Λυσιμαχέων βουλῆς]
[ὁ γραμματ]εὺς τοῖς δημοσί[οις δακτυλίοις καὶ τῶι ἰδίωι ἕκαστος καὶ ἀποστει]-
5 [λάτω πρὸς] βασιλέα Φίλιππον τ[ὸ ἀντίγραφον τῆς γεγενημένης ὁμολογίας καὶ συνθήκης]
[καὶ ἀναγραψ]άτω αὐτὴν εἰς τὰ δ[ημόσια γράμματα, καὶ ἐμμενόντων ἀμφότεροι ἐν τῆι ὁμολογίαι]
[καὶ ἐν τῆι σ]υνθήκηι. μήτε Λυσιμαχ[εῖς ἑτέραν συμμαχίαν πρὸς μηθένα]
[ποιείσθωσαν] ἐναντίαν τῆι πρὸς βασ[ιλέα Φίλιππον καὶ τοὺς ἐγγόνους αὐτοῦ γεγενημέ]-
[νηι, μήτε βασιλ]εὺς Φίλιππος συμμαχίαποιείσθω ἐναντίαν τῆι πρὸς Λυσιμαχεῖς καὶ τοὺς ἐγγόνους αὐ]-
10 [τῶν γεγ]ενηιμένηι. ὅπως δὲ κα[ὶ εὐκαίρως ἦι τὴν πόλιν ἐν ἀσφαλείαι καὶ ἐν εἰρήνηι(?)]
[συνδιατηρῆσα]ι, καὶ τὰ φρούρια καὶ τ[ὴν πόλιν τὴν Λυσιμαχέων, τοῖς τε φρουρίοις καὶ τοῖς]
[λιμέσιν χρήσ]θωσαν κοινῆι [ἀμφότεροι. κύρια δὲ εἶναι πάντα ταῦτα καὶ ἐάν τι ὕσ]-
[τερον δέηι δι]ορθοῦν, περὶ ὅσων κοι[νῆι βουλευσάμενοι — — — — — — — — — —]
[․․․․ ὁμολογήσωσι]ν Λυσιμαχεῖς [— — — — — — — — — — — — — — — — — μετὰ]
15 [τῶν παρὰ] βασιλέως Φιλίππου βασιλ[έως Δημητρίου καὶ οὗτοι μετὰ τῶν ἀποδειχθέν]-
[τῶν] πρεσβευτῶν ὑπὸ Λυσιμαχέων. ὀμό[σαι δὲ Λυσιμαχεῖς καὶ τοὺς οἰκοῦντας τὴν πόλιν τόνδε]
[τὸν ὅρ]κον· v ὅρκος Λυσιμαχέων· ὀμνύω Δί[α, Γῆν, Ἥλιον, Ποσειδῶ, Δήμητρα, Ἀπόλλω, Ἄρη, Ἀθηνᾶν Ἀρείαν καὶ τὴν]
[Ταυροπόλον] καὶ τοὺς θεοὺς τοὺς ἐν Σαμοθράϊ[κηι καὶ τοὺς ἄλλους θεοὺς πάντας καὶ πάσας]·
[ἐμμενῶ ἐν τ]ῇ φιλίαι καὶ συμμαχίαι, ἣν πεπο[ίημαι πρὸς βασιλέα Φίλιππον καὶ τοὺς ἐγγόνους αὐτοῦ καὶ]
20 [συμμαχήσω] καθότι ἐπισυντέθειμαι ὀμοσά[μενος εἰς ἅπαντα τὸν χρόνον καὶ οὐκ ἐγκαταλείψω]
[τὴν συμ]μαχίαν τρόπωι οὐθενί. καὶ ἐάν τ[ις πολεμῆι βασιλεῖ Φιλίππωι ἢ ἐγγόνοις αὐτοῦ οὐκ ἐπιτρέψω ἀλλὰ]
[βοηθήσω κατὰ δύναμιν τ]ὴν ἐμαυτοῦ· εὐορκοῦντι μ[έν μοι εὖ εἴη, ἐφιορκοῦντι δὲ τἀναντία].
[ὅρκος Φιλίππου]· ὀμνύω Δ[ία, Γῆν, Ἥλιον — — — — — — — — — — — — — —].
Search Help
Contact Us