[ ]
Makedonia (Bottiaia) — Blaganoi (Metochi) — 189 AD — SEG 27.277 — BCH 111 (1987) 397, 2
1 | ἔτους ακσʹ σεβαστοῦ τοῦ καὶ ζλτʹ, |
Περειτίου ϛιʹ, ἐν Βλαγάνοις, | |
Ἀρτέμιδι Δειγαίᾳ στηλλογρα- | |
φεῖ Ἀλεξάνδρα Φούσκου | |
5 | τοῦ Μελίτας καὶ συνευα[ρε]- |
στεῖ τῇ δωρεᾷ, ᾗ ἐχαρίσατ̣ο̣ | |
ἡ πρόνιννος αὐτῆς Κλεο- | |
πάτρα Διονυσᾶ, Θεοδότην | |
καὶ Ἀγαθημερίδα καὶ Πρέ- | |
10 | πουσαν καὶ Ἀγαθημερίδος |
θυγατέρα Λύκαν καὶ Θεόδοτον | |
υἱὸν καὶ Ἀρτεμίδωρον υἱόν, | |
καὶ κυρείαν ποιεῖ τὴν δωρεὰν | |
τ̣ῇ θεῷ <τ>ῆς προνίννου Κλεοπά- | |
15 | τρας τῆς Διονυσᾶ, ἐφ’ ᾧ προσμέ- |
[ν]ωσιν τὰς ἐθίμους ἡμέρας | |
τῇ θεῷ. |