[ ] Makedonia (Krestonia) — Morrylos (Ano Apostoloi) — shortly after 208/7 BC (or 207/6) — SEG 39.606
See also:
1 [Ε]ὔξενος Σάμου, Μένανδρος Ὁλωίχου,
Νικάνωρ Παραμόνου, οἱ ἄρχοντες εἶπα[ν]·
ἐ̣πεὶ Παράμονος Σαμαγόρου ἐπὶ τῆς
Δημητρίου τοῦ Σωπάτρου στρατηγίας
5 ἐπελθὼν ἐπὶ τὴν ἐκκλησίαν ἐδεδώκει τῆι πόλ̣[ει]
ὥς τ{〚ετ〛}ε {²⁶τε}²⁶ τῶι Ἀσκληπιῶι βοῦν ἀγελαίαν, ἐξ ἧς καὶ ἐκ̣
γενομένης ἐπιγονῆς πλείονος ἐν τῶι πέντε
[κ]αὶ δεκάτωι ἔτει, <ἐπὶ> τῆς Ἐπινίκου στρατηγίας, δο-
[χ]θέντος τῆι πόλει στεφανῶσαι αὐτὸν θαλ-
10 λίνωι στεφάνωι, τοὺς τότε ἄρχοντας μὴ ἀναδεδω̣-
κέναι τὸ ψήφισμα διὰ τῶν ἰδίων γραμ<μ>άτων̣,
[δ]εδόχθαι τῆι Μορρυλίων πόλει, ἐπεὶ πολιτε[ύ]-
[ε]ται πρὸς αὐτοὺς ἀμεμψιμοιρήτως, ἐπιδι̣-
[δ]οὺς αὑτὸν ἐν πᾶσιν τοῖς κατὰ κοινὸν συ̣[μ]-
15 [φ]έρουσιν, ἐπαινέσαι τε αὐτὸν καὶ στεφαν̣[ῶ]-
[σ]αι θαλλίνωι στεφάνωι, σταθῆναι δὲ τὴν
[σ]τήλην δι’ αὐτοῦ ἐν τῶι ἐπιφανεστάτωι
[τ]όπωι τοῦ Ἀσκληπιείου, ὅπως καὶ ο[ἱ] λ̣οι̣ποὶ
[τ]ῶν πολιτῶν ἐνβλέποντες ὡς ἀπονέ-
20 μεταί τις χάρις τοῖς τοιούτοις ἀνδράσ[ι]ν
παρορμῶσιν πρὸς τὴν ὁμοίαν αἵρε[σ]ιν, ἀπο-
σταλῆι δὲ τὸ ψήφισμα ε[ἰ]ς τὸν μνήμονα.
vacat ἐπεχειροτονήθη Ὑπερβερεταίου ιζʹ.
              {²corona
Search Help