[ ]
Makedonia (Mygdonia) — Thessalonike [found at Delos] — 240-230 BC — IG XI,4 1053 — IG X,2 1 1028
1 | ἡ πόλις Θεσσαλονικέων Δηλίων τῆι βουλῆι καὶ |
τῶι δήμωι χαίρειν· παραγενομένου Βούλωνος | |
τοῦ παρ’ ὑμῶν ἀποσταλέντος πρεσβευτοῦ καὶ τά | |
τε ψηφίσματα ἀποδόντος δι’ ὧν ἐτετιμήκειτε | |
5 | Ἄδμητον Βόκρου καὶ παρελθόντος εἰς τὴν ἐκκλησί- |
αν καὶ διαλεγέντος ἀκολούθως τοῖς ἐψηφισμένοις | |
ταῦτά τε προθ̣ύμω̣ς προσεδεξάμεθα καὶ τοῦ ψηφίσμα- | |
[τ]ος καθ’ ὃ συνεκεχωρήκειμεν τὰ πα̣ρ̣’ ὑμῶν ἀξιώ[μα]- | |
[τ]α πεπόμφαμεν ὑμῖν τὸ ἀντίγραφον ὅπως εἰδῆτε· | |
10 | Σωσίπατρος ὁ ὑπεπιστάτης καὶ οἱ δ̣[ικα]σταὶ Μένα̣ν̣- |
δρος, Νικόδημος, Φιλόδημος, Ἱππίας, [Π]α̣ύ̣σων εἶπαν· ἐ- | |
πειδὴ Βούλων ὁ παρὰ τοῦ δήμου τοῦ Δηλίων ἀποστα- | |
λεὶς πρεσβευτὴς πρὸς τὴν πόλιν τά τε ψηφίσματα | |
ἀπέδωκεν καθ’ ἃ βουληθεὶς ὁ δῆμος ἀποδοῦναι χά- | |
15 | ριν Ἀδμήτωι τῶι Βόκρου τῶν εἰς αὑτὸν εὐεργεσιῶν |
ἕνεκεν ἐσστεφάνωκεν αὐτὸν δάφνης στεφάνωι | |
τῶι τοῦ θεοῦ καὶ δυσὶ χαλκαῖς εἰκόσιν ὧν τὴν μὲν | |
μίαν ἐψηφίσατο στήσειν παρ’ αὐτοῖς ἐν τῶι τεμένε[ι] | |
παρὰ τὸν βωμὸν τοῦ Διὸς τοῦ Πολιέως, τὴν δὲ ἑτέραν ἐν | |
20 | Θεσσαλονίκει, καὶ τήν τε ἀναγραφὴν τοῦ στεφάνου |
καὶ τὴν ἀνάθεσιν τῆς εἰκόνος, ὅπως συντελεσθῶσιν κα- | |
θάπερ ἐγεγράφει διὰ τοῦ ψηφίσματος, ἠξίου τὴν ἡμετέ- | |
ραν πόλιν οἰκείως ἔχουσαν πρὸς αὐτὸν δοῦναι τόπον ὡς | |
βέλτιστον, καὶ τοῖς δεδογμένοις ἀκολούθως διαλεγέν- | |
25 | τος καὶ τοῦ Βούλωνος· δεδόχθαι τῆι β̣ουλεῖ τόν τε δ̣ῆ̣μον |
ἐπαινέσαι τὸν Δηλίων ὅτι καὶ Θεσσαλονικεῦσιν τοῖς Ἀ- | |
δμήτου πολίταις εὐχαρίστησεν [στεφανώσας] αὐτὸν | |
τῶν εἰρημένων εὐεργεσιῶν ἕνε[κεν] ἄξιον ὄντα τῶν | |
ἐψηφισμένων τιμῶν καὶ δοῦναι τὸν ἐπὶ τοὺς ἀγῶ̣ν̣[α]ς τῆι | |
30 | μὲν ἀναγραφῆι τοῦ στεφάνου καὶ παρα․․․․․ΤΩΝΙΣ(?) |
ΤΗΡΩΝ, τῆι δ’ ἀναθέσει τῆς εἰκόνος ὃν ἂν [τόπον] δό[ξηι] τοῖς | |
βουλευταῖς. |