[ ]
Makedonia (Chalkidike) — Akrothooi: Sk. H. Anna (Athos) — line div. unkn. — 196-180 BC — Smyrnakes, To Hagion Oros (1903) 12
1 | ἔδοξε τῆι βουλῆι καὶ τῶι δήμωι ἐπαινέσαι μὲν Δωρόθεον Μυρμηκᾶ |
Ἀλεξανδρέα διότι προαιρεῖται ἐπιμελείας ποιεῖσθαι τοῦ τ’ ἱεροῦ καὶ | |
Ἀκροθώιων καὶ κοινῆι καὶ ἰδίαι, οἷς ἂν ἐντυγχάνηι αὐτῶν· εἶναι δὲ | |
αὐτὸν πρόξενον καὶ εὐεργέτην Ἀκροθώιων αὐτὸν καὶ ἐκγόνους, | |
5 | ἀναγράψαι δὲ αὐτοῦ τὴν προξενίαν καὶ τὴν εὐεργεσίαν καὶ ἀναθεῖναι |
εἰς τὸ ἱερόν. |