[ ] Makedonia (Chalkidike) — Akrothooi: Sk. H. Anna (Athos) — line div. unkn. — 196-180 BC — Smyrnakes, To Hagion Oros (1903) 12
1 ἔδοξε τῆι βουλῆι καὶ τῶι δήμωι ἐπαινέσαι μὲν Δωρόθεον Μυρμηκᾶ
Ἀλεξανδρέα διότι προαιρεῖται ἐπιμελείας ποιεῖσθαι τοῦ τ’ ἱεροῦ καὶ
Ἀκροθώιων καὶ κοινῆι καὶ ἰδίαι, οἷς ἂν ἐντυγχάνηι αὐτῶν· εἶναι δὲ
αὐτὸν πρόξενον καὶ εὐεργέτην Ἀκροθώιων αὐτὸν καὶ ἐκγόνους,
5 ἀναγράψαι δὲ αὐτοῦ τὴν προξενίαν καὶ τὴν εὐεργεσίαν καὶ ἀναθεῖναι
εἰς τὸ ἱερόν.
Search Help
Contact Us