[ ]
Makedonia (Edonis) — Amphipolis — stoich. 16 — 357 BC — CIG 2008 + Add. — Demitsas, Hē Makedonia 847 — Tod, GHI 150
1 | ἔδοξεν τῶι δήμωι Φί- |
λωνα καὶ Στρατοκλέ- | |
α φεόγειν Ἀμφίπολι- | |
ν καὶ τὴγ γῆν τὴν Ἀμφ- | |
5 | ιπολιτέων ἀειφυγί- |
ην καὶ αὐτὸς καὶ τὸς | |
παῖδας καὶ ἤμ πο ἁλί- | |
σκωνται πάσχειν αὐ- | |
τὸς ὡς πολεμίος καὶ | |
10 | νηποινεὶ τεθνάναι, |
τὰ δὲ χρήματ’ αὐτῶν δ- | |
ημόσια εἶναι, τὸ δ’ ἐπ- | |
ιδέκατον ἱρὸν τοῦ Ἀ- | |
πόλλωνος καὶ το͂ Στρ- | |
15 | υμόνος, τὸς δὲ προστ- |
άτας ἀναγράψαι αὐτ- | |
ὸς ἐστήλην λιθίνην· | |
ἢν δέ τις τὸ ψήφισμα | |
ἀναψηφίζει ἢ καταδ- | |
20 | έχηται τούτος τέχν- |
ηι ἢ μηχανῆι ὁτεωιο͂- | |
ν, τὰ χρήματ’ αὐτο͂ δημ- | |
όσια ἔστω καὶ αὐτὸς | |
φεογέτω Ἀμφίπολιν | |
25 | ἀειφυγίην. |