[ ] Makedonia (Odomantike) — Gazoros (Ag. Athanasios) — 216/5 (or 215/4) or 174/3 BC — Historia tēs poleōs Serrōn (1967) 324, 547 — SEG 30.569/1892; cf. 37.553 — SEG 45.763
1 [— — — — — — — — — — —] δ̣ραχμῶν [․c.6․․ π]-
[ο]λ̣ὺ̣(?) [ο]ὐ̣ δ̣υ̣ναμένων vac. εὑρεῖν ἐντα̣[ῦθα],
ἐπηνγείλατο τοῖς πολίταις πωλήσ[ειν]
ἕως νέων σῖτον, τῶν μὲν πυρῶν τὸν μέ-
5 διμνον δραχμῶν δύο <ὀ>βολῶν τεσάρων {²⁶τεσσάρων}²⁶,
τῶν δὲ κριθῶν μιᾶς ὀβολῶν τεσσάρων·
ὃς καὶ ἐκεῖνό τε τὸ ἔτος ἐπεποιήκει τοῦ̣-
το καὶ ἐν τῶι ἕκτωι ἔτει ὁμο̣ίως οὐ διαλέλοι̣-
πεν πωλῶν. ἐπεὶ οὖν ἀξίω̣ς τοῦ τε βα-
10 σιλέως καὶ τῶν πολιτῶν πρ[ο]ε̣ν‵ο′ήσατο τῆ-
ς χώρας τοῦ διασωθ̣ῆ̣[να]ι κ̣α̣ὶ [δ]ύνασθαι τοὺς
μένοντας ἐν οἴκωι τὰς ληιτ[ο]υργίας συντ-
ελεῖν καὶ τὰς συ[νκυρο]ύσας κώμας ἐζ-
ήτησεν δ̣ια̣σ̣[ῶ]ι[σ]α̣ι κ̣οιν̣ῆι κ̣αὶ καθ’ ἰδίαν,
15 ἔδοξεν Γασ̣[ωρίοις] κ̣[α]ὶ ταῖς συ[νκ]υρούσαις κώ-
μαις τό τε ψήφ̣ι̣σ̣μ̣α π[εμ]φθῆναι πρὸς τὸν βασι-
λέα καὶ αἱ[ρεθῆναι ἐκ τῶν πο]λιτ̣ῶ̣ν̣ [ο]ἵτινες πορεύ-
σονται πρ[ὸς τὸν βασιλέα δια]λεγησόμενοι ὑπὲ-
ρ τοῦ ψηφίσμ̣[ατος· ἀναθήσονται δ]ὲ οἱ αἱρεθέντες
20 στήλην Ἀρτ[έμιδι ἐν] Γασώρωι ᾗ ἂν αἱρῆται Πλῆστ-
ις καὶ ἀναγρά[ψου]σ̣ιν τὸ ψήφισμα· στεφα-
νώσουσιν δ̣ὲ σ̣τεφάν̣ωι θαλλίνωι, ἵνα καὶ οἱ λ-
οιποὶ ὁρῶντες τὴν γεγενημένην εὐεργε-
σίαν ὑπὸ τῶν πολιτῶν πρόνοιαν ἔχωσιν ‵τ′οῦ
25 διασώιζειν τοὺς ἰδίους πολίτας. εἱρέθησαν
[κα]ὶ ἐπεψηφίσθη· Κοζισίοτος Βαστικίλα, Διονύ-
               [σ]ιος Ἀπολοδόρου {²⁶Ἀπολλοδώρου}²⁶, Μάντ̣[ας]
                       Κερζούλα.
Search Help
Contact Us