[ ]
Makedonia (Chalkidike) — Poteidaia-Kassandreia — 305?-297 BC — Demitsas, Hē Makedonia 763 — Syll.³ 332
1 | ἐφ’ ἱερέως Κυδία, βασιλε- |
ὺς Μακεδόνων Κάσσαν- | |
δρος δίδωσι Περδίκκαι | |
Κοίνου τὸν ἀγρὸν τὸν | |
5 | ἐν τῆι Σιναίαι καὶ τὸν ἐ- |
πὶ Τραπεζοῦντι, οὓς ἐ- | |
κληρούχησεν Πολεμο- | |
κράτης ὁ πάππος αὐτοῦ | |
καὶ ὃν ὁ πατὴρ ἐπὶ Φιλίππου, κα- | |
10 | θάπερ καὶ Φίλιππος ἔδ[ω]- |
κεν ἐμ πατρικοῖς καὶ αὐτ̣- | |
οῖς καὶ ἐκγόνοις κυρίοι- | |
ς οὖσι κεκτῆσθαι καὶ | |
ἀλλάσσεσθαι καὶ ἀ- | |
15 | ποδόσθαι, καὶ τὸν ἐΣ- |
παρτώλωι {²⁶ἐν Σπαρτώλωι}²⁶, ὃμ̣ παρὰ Π- | |
τολεμαίου ἔλαβεν | |
ἐν ἀργυρίωι, δίδωσι κα̣[ὶ] | |
τοῦτον ἐμ πα̣τρικοῖς | |
20 | καὶ αὐτῶι καὶ ἐκγόνοις |
κυρίοις οὖσι κ̣α̣ὶ κεκτῆσ- | |
θαι καὶ ἀλλάσσεσθα- | |
ι καὶ ἀποδόσθαι, καθά- | |
περ καὶ Ἀλέξανδρος | |
25 | ἔδωκεν Πτολεμαί- |
ωι τῶι πατρὶ τῶι Πτολε- | |
μαίου· δίδωσι δὲ καὶ ἀ- | |
τέλειαν αὐτῶι καὶ ἐ- | |
κγόνοις καὶ εἰσάγον- | |
30 | τι καὶ ἐξάγοντι τῶν |
ἐπὶ κτήσει. |