[ ]
Mak. (Mygdonia) — Thessalonike — 187 BC (or 186 BC) — IG X,2 1 3
| 1 | π̣αρὰ Ἀνδρονίκου. vv τὸ διά- |
| γραμμα, ὃ ἀπέσσταλκα πρὸς | |
| ὑ̣μᾶς, διαπέμψαντός μοι τοῦ βα- | |
| σ̣ιλέως, περὶ τῶν τοῦ Σαράπιδος | |
| 5 | χρημάτων, ἔγδοτε ἀναγράψα̣[ι] |
| εἰς στήλην λιθίνην καὶ ἀναθεῖν’ | |
| ἐν τῶι ἱερῶι, ὅπως εἰδῶσιν οἱ | |
| π̣ρὸς τούτοις ὄντες ὡς κρίνει γίνε- | |
| σθαι. v ἔτ(ους) v εʹ v καὶ λʹ, Δαισίου v ιεʹ. | |
| 10 | διάγραμμα, ὃ ἔθηκεν βασιλεὺς |
| Φίλιππος. v τῶν δὲ τοῦ Σαράπιδο̣ς | |
| χ̣ρημάτων μηθεὶς ἀπαλλοτριούτω | |
| μηθὲν κατὰ μηθένα τρόπον μηδὲ ὑ- | |
| ποτιθέτω μηδὲ τῶν ἄλλων ἀναθη- | |
| 15 | μάτων μηδὲ γραφέτω περὶ τού- |
| τ̣ων ψήφισμα μηθείς. ἐὰν δέ τις ποι- | |
| ή̣σ̣ῃ τι τῶν ἀπηγορευμένων, ἔνοχος | |
| [ἔστ]ω τοῖς ἐπιτίμοις τῆς φωρᾶς καὶ | |
| [τὸ ἀπα]λλοτριωθὲν ἐκ τῶν ὑπαρχόν- | |
| 20 | [των] α̣ὐτοῦ πραχθὲν εἰς τὸ ἱερὸν |
| [ἀποκ]ατασταθήτω. ὁμοίως δὲ μὴ | |
| [οἱ θη]σ̣αυροὶ τοῦ θεοῦ ἀνοιγέσθωσαν | |
| [ἄνευ] τοῦ ἐπιστάτου καὶ τῶν δικα- | |
| [στῶν] μηδὲ τὰ ἐκ τούτων χρήματα̣ | |
| 25 | [ἀναλι]σκέσθωσαν ἀλόγως, ἀλλὰ |
| [μετὰ] τ̣ῆς τούτων γνώμης· εἰ δὲ μή, | |
| [ὁ ποιή]σας τι τούτων ἔνοχος ἔστω | |
| [τοῖς α]ὐτοῖς ἐπιτίμοις. vacat |