[ ]
Makedonia (Mygdonia) — Kalindoia (Kalamoto, S. of) — 1 AD — SEG 35.744 — cf. SEG 42.579; 46.754; 55.694
{²corona in mediis versibus 1-11}² | |
1 | ἔτους ∙ ηʹ καὶ μʹ ∙ καὶ ∙ ρʹ· |
οἱ πολιτάρχαι προβουλευσα̣- | |
μένων τῶν βουλευτῶν | |
καὶ γενομένης ἐκκλησίας εἶ- | |
5 | παν ἐν τῶι δήμωι· ἐπεὶ Ἀ- |
πολλώνιος Ἀπολλωνίου | |
τοῦ Κερτίμμου γενόμε- | |
νος ἀνὴρ ἀγαθὸς καὶ πάσης | |
τειμῆς ἄξιος, ἐπιδεξάμενος | |
10 | αὐθαίρετον ἱερατήαν Διὸς καὶ Ῥώμης |
καὶ Καίσ̣αρος θεοῦ υἱοῦ Σεβαστοῦ τοσαύτην | |
εἰσηνέ̣γκατο μεγαλοφροσύνην ἀξίως καὶ τῆς τῶν προ- | |
γόνων καὶ τῆς ἰδίας ἀρετῆς φιλοδοξήσας, ὥστε μηδε- | |
μίαν ὑπερβολὴν καταλιπεῖν τῶν εἰς τοὺς θεοὺς καὶ τὴν | |
15 | πατρίδα δαπανημάτων, τάς τε γὰρ παρ’ ὅλον τὸν ἐνιαυτὸν |
ἐκ τῆς πόλεως κατὰ μῆνα γεινομένας Διὶ καὶ Καίσαρι Σεβα- | |
στῶι θυσίας ἐκ τοῦ ἰδίου παριστὰς καὶ τοῖς θεοῖς τὰς | |
τειμὰς πολυτελεῖς προσηνέγκατο καὶ τοῖς πολείταις τὴν | |
ἑστίασιν καὶ εὐωχίαν μεγαλομερῆ παρέσχετο καὶ λαϊ̣- | |
20 | κῶς πανδημεὶ δειπνίζων καὶ κατὰ τρίκλεινον καὶ τ̣[ὴν] |
ἐπὶ τῆς πανηγύρεως πομπὴν ποικίλην καὶ ἀξιοθ̣[έατον] | |
σκευάσας καὶ τοὺς ἀγῶνας Διὶ καὶ Καίσαρ[ι τῶ]ι Σεβ[αστῶι] | |
πολυτελεῖς θέμενος καὶ ἀξίους [τῶν θεῶν καὶ τῆς πατρίδος] | |
οὐ μόνον πρὸς τὴν τῆς ε̣ὐ̣ω̣χ̣ί̣α̣ς [φρ]ονῶν [χρείαν, ἀλλὰ καὶ] | |
25 | τὴν θέαν καὶ τὴν ἀπά[τη]ν [καὶ τὴν διά]χυσιν τῆς ψ[υχῆς] |
ἐφιλανθρώπησεν τοὺς πολείτας τάς τε ἐκ τῆς π[όλε]- | |
ως ἐν τῆι πανηγύρει δημοτελεῖς γεινομένας θυσίας Διὶ | |
καὶ Καίσαρι τῶι Σεβαστῶι καὶ τοῖς λοιποῖς εὐεργέταις παραι- | |
τησάμενος τὴν πατρίδα ταῖς ἰδίαις δαπάναις παρέστη- | |
30 | σεν καὶ βουθυτήσας καὶ ἰδίᾳ καθ’ ἕκαστον τῶν πολειτῶν |
τὴν πᾶσαν ἑορτὴν εὐώχησε̣ν ἐν τοῖς τρικλείνοις καὶ | |
κατὰ τὸ κοινὸν ταῖς φυλαῖς ἐπιδόσεις ἐποιήσατο λαμ- | |
προτάτας, ἵνα, ὅποι ποτ’ ἂν ἥδεσθαι βούλωνται, τὴν αὐ- | |
τοῦ χάριν ἑστιῶνται, τὸ δὲ παράπαν πάσης δαπάνης | |
35 | ἀφειδήσας καὶ Καίσαρος ἄγαλμα κατεσκεύασεν ἐκ τοῦ |
ἰδίου καὶ ἀναθεὶς αἰώνιον ὑπόμνημα τῆς εἰς πάν- | |
τας ἀνθρώπους εὐεργε̣σίας τοῦ Σεβαστοῦ καὶ | |
τῆι πατρίδι τὸ προσκόσμημα καὶ τῶι θεῶι τὴν | |
καθήκουσαν τειμὴν καὶ χάριν ἔνειμεν. δι’ ἃ δεδό- | |
40 | χθαι τῆι βουλῆι καὶ τῶι δήμωι ἐπαινέσαι τε αὐ- |
τὸν ἐπὶ τῇ λανπρότητι τῆς ψυχῆς καὶ τῆς εἰς | |
τὴν πατρίδα φιλοδοξίας καὶ στεφανῶσαι θαλλοῦ στε- | |
φάνωι καὶ ἐψηφίσθαι αὐτοῦ καὶ τοῦ πατρὸς αὐτοῦ Ἀπολλω- | |
νίου καὶ τῆς μητρὸς αὐτοῦ Στραττοῦς ἑκάστου ἄγαλμα λίθινον, | |
45 | σταθῆναι δὲ τὰ ἀγά̣λ̣ματα καὶ τὸ ψήφισμα τοῦτο ἔνθ’ ἂν {²⁷ἐν ᾧ ἂν (Pleket)}²⁷ αὐτὸς ὁ ἀγω- |
νοθέτης ἐπισημοτάτῳ τῆς ἀγορᾶς αἱρῇται τόπωι, ἵνα καὶ οἱ λοιποὶ τῶν πο- | |
λειτῶν ἀποθεωροῦντες εἰς τὴν εὐχαριστίαν τῆς πόλεως πρόθυμοι γεί- | |
νωνται φιλοδοξεῖν καὶ τῆι πατρίδι προσφέρεσθαι φιλανθρώπως· καὶ ἐπι- | |
χειροτονηθέντος τοῦ ψηφίσματος Ἀπολλώνιος τὰς μὲν τειμὰς | |
50 | καὶ τὴν ἐκ τῆς πατρίδος χάριν ἐδέξατο, τοῦ [δ]ὲ δαπανήματος ἀπέλυ- |
σεν τὴν πόλιν. vac. ἐπεχειροτονήθη Δαι[σί]ου vac. ιδʹ. |