[ ] Makedonia (Bottiaia) — Beroia — Leukopetra — 309 or 311 AD — SEG 27.291
1  ἔ̣τους ∙ α∙μ∙τʹ ∙ τοῦ κὲ̣ ∙ θ∙ν∙υʹ ∙ [Δεί]ου ∙ ηιʹ ∙
Αὐρη(λία) Διονυσία Βεροιαία ἡ πρὶν Ἀλ̣ε̣ξ̣άνδρου
δωροῦμε κὲ χαρίζομε Μητρὶ Θεῶν Α̣ὐτόχθονι
κοράσιον ἐτῶν ∙ ι∙βʹ ∙ ὀνόματι Αὐρηλίαν, γένι
5 μακεδονικῷ, οἰκογενές, τὸ γεννηθὲν ἐκ δούλης
μου Ἀλεξάνδρας, ἐφ’ ᾧ προσμίνῃ μοι παρὰ τὸν τῆς ζωῆς
χρόνον, μετὰ δὲ τὴν τελευτὴν τὴν ἐμὴν ἶνε {²⁶εἶναι}²⁶ αὐτὸ τῆς θεοῦ,
μηδενὸς ἀντιλέγοντος· ἱεριτευούσης Εὐρυδί-
κης, προνοοῦντος Κρισπινίου ‵τοῦ′ κὲ Ἰναχίου· εἰ δέ
10 τις ἀντιποιήσητε, δώσι τῇ
θεῷ προστίμου 𐆖 μυ(ριάδας) ιβʹ
ἁπλᾶς. ❦
Search Help
Contact Us