[ ]
Makedonia (Bottiaia) — Beroia — Leukopetra — 254 AD
1 | ἀγαθῆι τύχῃ. |
ἔτους επσ σεβ(αστοῦ) τοῦ καὶ αυ, Δ<αι>σίου λ̣ʹ· | |
Κομίνιος Ἰουλιανὸς ἐδωρησάμην Μητρὶ Θε- | |
ῶν Αὐτόχθονι παιδάριον ὀνόματι Καλόκαι- | |
5 | ρον τὸν καὶ Ὀλύμπιν, ὡς ἐτῶν δέκα δύο, γένι |
Μακεδόνα, οἰκογενῆ, ὅπως προσμείνῃ μοι | |
τὸν τῆς ζωῆς χρόνον, μετὰ δὲ τὴν τελευ- | |
τὴν τὴν ἐμὴν μηδένα ἐξουσίαν εἰ μὴ μό- | |
νον τὴν θεὰν ἔχειν, μηδενὶ δὲ ἐξέστω | |
10 | μήτε πωλῆσαι μήτε εἰς ὑποθήκην· |
ἐπεὶ {²⁶ἐπὶ}²⁶ ἱερείας Αὐρηλίας Θεοδότης | |
καὶ προνοοῦντος τοῦ ἱεροῦ τοῦ ἀξ(ιολογωτάτου) | |
Αἰλίου Κασσίου. | |
εὐτυχῶς. ❦ ❦ |