[ ] Makedonia (Bottiaia) — Beroia — Leukopetra — 244 AD — SEG 27.290
1 τῇ λʹ τοῦ Δαισίου μηνός, ἔτους εοσ τοῦ καὶ αϟτ,
ἐν Βεροίᾳ τῇ μητροπόλι τῆς Μακεδονίας
καὶ δὶς νεωκόρου, Φουνδάνιος Νεικέρως
ἐμαρτυροποιήσατο τοὺς ἐπισφραγισαμέ-
5 νους προτεθεικέναι αὐτὸν πιττάκιον δω-
ρεᾶς ἀπὸ τῆς εἰκάδος τοῦ προγεγραμμένου
μηνὸς ἑξῆς ἡμερῶν δέκα, ἐκ πιττακίου ἀν-
τιλῆφθε καὶ ἀπεσφραγίσθε τὰ ὑπογεγραμμέ-
να· δωρεῖσθαι δὲ τὸν Νεικέ-
10 ρωτα Μητρὶ Θεῶν Αὐτόχθο-
νι παιδίον αὐτοῦ ὀνόμα-
τι Νεικοτύχην. vac. ἔρρωσ[θέ]
     vacat            μοι.
Search Help
Contact Us