[ ]
Makedonia (Bottiaia) — Beroia — Leukopetra — 239 AD
1 | ἔτους αοσʹ σεβαστοῦ τοῦ καὶ ζπτʹ, μηνὸς Δείου ηιʹ· Αὐρ̣[ηλία δεῖνα οἰκοῦσα ἐν — — —]- |
Β̣ΑΡΕΑ κώμῃ Ἐ̣ο̣ρδέων, ἔχουσα τέκνων δίκαιον, χαρ[ίζομαι Μητρὶ Θεῶν Αὐ]- | |
τόχθονι παιδίσκας ὀνόμα<τι> Ἐπίκτησιν, ὡς ἐτῶν κʹ, ἑτέ[ραν ὀνόματι Ἀλε]- | |
ξάνδραν, ὡς ἐτῶν κεʹ, ἅτινα ἠγόρασα ἐξ ἕματος, ὧν τὴν κα̣[ταγρα]- | |
5 | [φ]ὴν παρέδωκα τῇ θεῷ τῇ σήμερον ἡμέρᾳ κατὰ τὴν ἀπόφασιν τὴ[ν] |
[Τερτ]υ̣λ̣ιανοῦ Ἀκύλα· ἐπιμελου<μ>ένου Ἰουλιανοῦ Ἐνδήμου, | |
εἱερω<μ>ένου Ἰουλιανοῦ Δημητρίου. |