[ ] Makedonia (Bottiaia) — Beroia — Leukopetra — 238 AD — SEG 42.610
1 ἔτους οσ σεβαστοῦ τοῦ
καὶ <ϛπτʹ>, μηνὸς Ἀϊδοναίου ηʹ·
Αὐρηλία Τροφίμη ἡ πρὶν
Φιλίππου, ἔχουσα τριῶν
5 τέκνων δίκαιον, ὁμολο-
γῶ χαρίζομαι Μητρὶ Θε-
ῶν Αὐτόχθονι σώματα
Φιλιππᾶν, ὡς ἐτῶν ∙ κ∙εʹ ∙ Ἀντί-
πατρον, ὡς ἐτῶν ∙ κ∙γʹ ∙ Εὐτυ-
10 χᾶν, ὡς ἐτῶν ∙ κ∙βʹ ∙ Παράμο-
νον, ὡς ἐτῶν ∙ κʹ ∙ γένι μακε-
δονικά, οἰκογενῆς, κατὰ
τὴν ἀπόφασιν τὴν Τερτυλ-
λιανοῦ Ἀκύλα· ἐπειμελου-
15 μένου {²⁶ἐπιμελουμένου}²⁶ Εἰουλια<ν>οῦ Ἐνδήμου,
εἱερωμένου Εἰου<λ>ια<ν>οῦ Δη-
μητρίου. vacat
Search Help
Contact Us