[ ]
Makedonia (Bottiaia) — Beroia — Leukopetra — 238 AD — SEG 42.610
1 | ἔτους οσ σεβαστοῦ τοῦ |
καὶ <ϛπτʹ>, μηνὸς Ἀϊδοναίου ηʹ· | |
Αὐρηλία Τροφίμη ἡ πρὶν | |
Φιλίππου, ἔχουσα τριῶν | |
5 | τέκνων δίκαιον, ὁμολο- |
γῶ χαρίζομαι Μητρὶ Θε- | |
ῶν Αὐτόχθονι σώματα | |
Φιλιππᾶν, ὡς ἐτῶν ∙ κ∙εʹ ∙ Ἀντί- | |
πατρον, ὡς ἐτῶν ∙ κ∙γʹ ∙ Εὐτυ- | |
10 | χᾶν, ὡς ἐτῶν ∙ κ∙βʹ ∙ Παράμο- |
νον, ὡς ἐτῶν ∙ κʹ ∙ γένι μακε- | |
δονικά, οἰκογενῆς, κατὰ | |
τὴν ἀπόφασιν τὴν Τερτυλ- | |
λιανοῦ Ἀκύλα· ἐπειμελου- | |
15 | μένου {²⁶ἐπιμελουμένου}²⁶ Εἰουλια<ν>οῦ Ἐνδήμου, |
εἱερωμένου Εἰου<λ>ια<ν>οῦ Δη- | |
μητρίου. vacat |