[ ] Makedonia (Bottiaia) — Beroia — Leukopetra — 233/234 AD — SEG 34.658
[— — — — — — — — — — — — —]
1 [— —]Π[․․․]Α[— — — — — — —]
[— —]Ν ὁμολογῶ δωρῖσθε [καὶ]
σ̣τηλλογραφεῖν Μητρὶ Θ̣-
εῶ<ν> Αὐτόχθονι κοράσιν ὀνό-
5 ματι Ἀγαθημερίδαν, ὡς ἐτῶν
ιʹ, καὶ τούτου ἀδέλφιν Παράμο-
νον, ὡς ἐτῶν ηʹ, γένι μακεδονικά,
οἰκογενής, ὅπως προσμένωσιν
τὰς ἐθίμους ἑορτὰς πάσας, μηδε-
10 νὸς ἐξουσίαν ἔχοντος τῷ ὀνόμα-
<τι> το͂ τῆς θεοῦ μήτε πωλῆσε μήτε ἀ-
ναφορὰν ὁρίσε μήτε δανίῳ ὑπο-
θέσθε, κατὰ τὴν ἀπόφασιν τὴν Τερ-
τυλλιανοῦ Ἀκύλα τοῦ γεναμέ-
15 νου κρατίστου ἀνθυπάτου τῆς
τῶν Μακεδόνων ἐπαρχείας·
εἱερωμένης Αὐρηλίας Σαπφῶς.
Search Help
Contact Us