[ ] Mak. (Bottiaia) — Beroia — Leukopetra — 225 AD
See also:
1 Αἰλία Εἰουλία Πατεκία ἐχαρισόμην
Μητρὶ Θεῶν Αὐτόχθονι παιδάρειν
ὀνόματι Παράμονον, ὡς ἐτῶν
κε, ὑπηρετοῦντα τῇ θεῷ, προσ-
5    μένοντα τὸν τῆς ζωῆς χρό-
νον μου, μετὰ δὲ τὴν ἐμὴν τελευ-
τὴν εἶνε αὐτὸν τῆς θεοῦ, ὃν ἔθρε-
ψα ἐξ ἕματος {²⁶αἵματος}²⁶ οἰκοῦσα ἐν Μιε-
ζέοις τόποις, μηδένα δὲ κυρι-
10 <ώ>τερον τοῦ παιδαρίου· ἐὰν
δέ τις ἐπανέλθῃ τῷ παιδαρί-
ῳ, δώσι τῇ θεῷ 𐆖 ͵αʹ· ἐπιμελουμένου
Ἰουλίου Δημητρίου τοῦ Βριζείνου,
εἱερωμένης Αἰλίας Κλεοπάτρας,
15 vac. ἔτους βοτʹ τοῦ καὶ <ϛνσʹ>, μηνὸς Ξαν-
             δικοῦ ∙ ιʹ.

For AI assistants: an MCP server for these inscriptions, with texts by reference and search of the whole corpus, is at epigraphy-mcp.packhum.org.

Search Help
Contact Us
For AI assistants