[ ] Makedonia (Bottiaia) — Beroia — Leukopetra — 219 AD — SEG 34.659
1 Μητρὶ Θεῶν Αὐτόχθονι
παρὰ Κλαυδίας Εὐβούλης.
σώματα ἃ ἠγόρασα παρὰ Αὐ-
ρηλίου Φορτουνάτου καὶ Κλαυδίου
5 Σωτῆρος, ὧν καὶ τὰς ὠ-
νὰς παρέσχον σοι πολλάκις ἐ-
πὶ εὐχαριστηρίωις οἷς παρέσχου
τῷ ἀνδρί μου Κλ(αυδίῳ) Ἀγάθωνι, ἃς καὶ
ἔδωκά σοι, χαρίζομαί σοι διὰ
10 ταύτης μου τῆς ἐπιστολῆς, ὧν
σωμάτων καὶ τὰ ὀνόματα ὑ-
πέγρα̣ψα· ❦ Νείκην, ἐτῶν ❦ ξʹ ❦,
θυγατέρα ταύτης Ἀλεξάν-
δραν, ἐ(τῶν) μʹ ∙ ὑὸς ταύτης Παράμονος,
15 ἐτῶν ∙ κʹ ∙ θυγατέρα Ἑλένη, ἐτ(ῶν) ιηʹ,
ὑὸς Ἀλέξανδρος, ❦ ἐ(τῶν) ❦ ι❦βʹ ❦·
ἔτους ∙ ν∙σʹ ∙ σεβ(αστοῦ) τοῦ καὶ ϛξτʹ,
       Γορπιαίου ∙ ιʹ ∙ ❦
Search Help
Contact Us