[ ]
Makedonia (Bottiaia) — Beroia — Leukopetra — 208/209 AD
1 | Αὐρηλιανὴ Κοσμ[ία], |
ἔχουσα τριῶν τέκν̣[ων] | |
δίκαιον, χαρίζομ[αι] | |
Μητρὶ Θεῶν Αὐτόχθ[ονι] | |
5 | δοῦλον <ὀν>όματι Μεν[οί]- |
ταν τὸν ἐπιγενηθ̣έν- | |
τα μοι ἐγ δούλης μου | |
Εὐφροσύνης, ὃν κ[αὶ] ἀ- | |
πὸ βρέφου {²sic}² κατωνόμα- | |
10 | σα τῇ θεῷ, δι’ ὃ οὐδὲ ἐ- |
πώλησα οὐδὲ ἐχαρισά- | |
μην οὐδὲ ὑποθήκην ἔ- | |
θηκα· τούτου δὲ τοῦ | |
προγεγραμέ<νου> δούλου μη- | |
15 | δένα ἕτερον ἔχιν ἐξου- |
σίαν ἢ μόνην τὴν θεόν· ὑ- | |
περετήσι δὲ τῇ θεῷ τὰς | |
ἐθίμους ἡμέρας. ἐγράφη | |
δὲ {ἱ<ε>ρωμένου} παρόντων | |
20 | Ἀνθεστίου κὲ Ῥουφίνης. |