[ ]
Makedonia (Bottiaia) — Beroia — Leukopetra — 199/200 AD — SEG 47.906
1 | Ἰουλία Ἐνθαδίωνος |
Κυρραία, θυγάτηρ Διονυ- | |
σίου τοῦ Ἐνθαδίωνος, | |
Κυρραίου βουλευτοῦ, χα- | |
5 | ρίζετε Μητρὶ Θεῶν Αὐτό- |
χθονι παιδάριον ὀν<ό>μα- | |
τι Σύμφορον, ὃ ἀπὸ παι- | |
δίου κατωνομάκι διὰ τὸ | |
μὴ παραμεῖνε αὐτῇ ἄλλα | |
10 | τέσσαρα· τούτου δὲ καὶ τὴν |
ὠνὴν παρέξομαι τῇ θεῷ | |
καὶ χειρόγραφον ἐφ’ ᾧ ἦν | |
ὁ ἀνήρ μου δεδανισμένος, | |
Ἀλέξανδρος Πυρρούλου, | |
15 | ἐπὶ 𐆖 ρκε ∙ ἃ καὶ ἀπέδω- |
κεν ἡ Ἰουλία τοῦ Ἐνθαδίω- | |
νος Καλλιτύχῃ σὺν τέ- | |
κνωι, διὰ μηδένα δὲ ἔ- | |
χιν ἐξουσίαν τοῦ προ- | |
20 | γεγραμμένου παιδαρίου |
ἢ τὴν θεόν. ἐγράφη ἔτους | |
αλσ ∙ σεβαστοῦ, προνοού- | |
σης τῶν τῆς θεοῦ Αὐρηλίας | |
Σαπφῶς. |