[ ] Makedonia (Bottiaia) — Beroia — Leukopetra — 195/196 AD — SEG 26.729
1      ἔτους ζκσʹ σεβ<α>στοῦ τοῦ
  καὶ γμτʹ, εἱερωμένης
  Αἰλίας Μητρῶς κὲ
  ἐπιμελουμένου Αὐ-
5 ρηλίου Ἀσσκληπιάδου·
     Κρισπίνα Μητρὸς
     Θεῶν ἀπελευθέρα
     ἐχαρισόμην Μη-
     τρὶ Θεῶν Αὐτόχθο-
10      νι δούλην ὀνό-
     ματι Ἐλπιδίαν π<ρ>ο-
     <σ>μένουσαν τὰς ἐθί-
     μους ἡμέρας, τὸν
     δὲ κατάλοιπον χρό-
15      νον προ<σμ>ενῖ ἐμοὶ
     καὶ Διονυσίῳ τὸν
     ζώομεν χρόνον,
     μετὰ δὲ τὴν ἡμε-
     τέραν τελευτὴν
20      μηδένα εἶνε
     κυριώτερον
     ἢ τὴν θεόν.
Search Help