[ ]
Makedonia (Sintike) — Parthikopolis (Sandanski) — Rangel — 157/158 AD — SEG 14.479 — cf. IGBulg V 5895
See also:
[— — — — — — — — — — — — — — — — — — — — — —] | |
1 | [․․․]ω̣ρ̣ήσουσιν οἱ ξ̣έν̣[ο]ι [— — — — — — — — — — —] |
Κ̣Ι̣Ι̣ους ὑπὲρ τῆς χώρας, ὁπότε οἱ πολεῖτ̣α̣ι ․․․c.9․․․- | |
ων καὶ δούλων καὶ ἀργυρωμάτων, ἃ οὐκ ο̣ἰ̣κ̣[εῖα κτ]ήματά | |
ἐστιν, τοσοῦτον τελεῖτε. εἴ τι αὖθις π̣ρά̣τ̣[τ]ε̣σ̣θ̣α̣ι̣ περὶ τού- | |
5 | του διδάξαιέν με, ὃ ἄξιόν ἐστιν γνῶναι ὑμᾶς, ε̣ἴσ̣ε̣σθ̣ε. |
συνχωρῶ ὑμεῖν καὶ τοῖς σώμασι τοῖς ἐλ̣ε̣υ̣θ̣έ̣ρ̣ο̣ις, ἃ [δι]ὰ χρό- | |
νου φόρον διδόασιν, δηνάριον ἑκάστῳ ἐπιβαλεῖν, ὡς | |
καὶ τοῦτον σχοίητε πρὸς τὰ ἀνανκαῖα ἕτοιμον πόρον. [β]ου- | |
λευταὶ ὀγδοήκοντα ὑμεῖν ἔστωσαν, διδότω δὲ ἕκαστος | |
10 | πεντακοσίας Ἀττικάς, ἵνα ἀπὸ μὲν τοῦ μεγέθους τῆς βου- |
λῆς ἀξίωμα ὑμεῖν προσγένηται, ἀπὸ δὲ τῶν χρημάτων, | |
ἃ δώσουσιν, πρόσοδος. οἱ ἐνκεκτημένοι παρ’ ὑμ[ῖ]ν ὑπακουέ- | |
τωσαν τοῖς ἄρχουσι πρὸς τὰς δίκας καὶ διώκοντες καὶ φεύ- | |
γοντες μέχρι διακοσίων πεντήκοντα δηναρίων. ἐπρέσ- | |
15 | βευον Δημέας Παραμόνου καὶ Κρίσπος Τοσκου, οἷς τὸ ἐ- |
φόδιον δοθήτω, εἰ μὴ προῖκα ὑπέσχηνται. εὐτυχεῖτε. | |
vacat | |
17 | ἐγράφη καὶ ἐτέθη πολιταρχούντων τῶν πε- |
ρὶ Οὐαλέριον Πύρρον ἔτους θπρʹ. |