[ ] Makedonia (Mygdonia) — Thessalonike — ca. 2nd c. AD — IG X,2 1 368 — ZPE 22 (1976) 92 (W. Peek)
See also:
1 Μοῖρα πικρή, Λήθης Ἀχερουσίδος ἔν-
τροφε, λυγρὸν | θρῆνον ἐναψαμένη
Μάγνον ἄγ’ εἰς Αΐδεω· | παῖδα δυωδε-
χέτη {²⁶δωδεκέτη}²⁶ πατρὶ μὲν γόον, ἄλγεα μητρὶ |
5 ἠδὲ κασιγνήτῳ πένθεα λυγρότατα· |
ἄρτι γὰρ ἦν γονέεσσι μέριμνα μέν,
αὐτὰρ ἀδελφῷ | κόσμος· χἠ πικρὴ
Μοῖρ’ ἀπενοσφίσατο· | ἀλλ’ ὦ τὸν πάν-
τεσσι βροτοῖς μόνον οἶκον ἐσοιχνῶ<ν]2 |
10 Μάγν’, ἐπιτυμβιδίοις χαῖρε καὶ εἰνὶ τάφοις.
Search Help
Contact Us