[ ]
Mak. (Mygdonia) — Thessalonike — 1st c. AD — IG X,2 1 259 — CRAI (1972) 478, I (G. Daux)
See also:
| 1 | [ἀγαθῆ]ι τύχηι Διὸς vacat |
| Διονύσου vv Γονγύλου. vacat | |
| Γ(άϊος) Ἰούλιος ΒΗϹΑΡ̣ΤΗϹ ἀνέθηκεν τῷ θεῷ καὶ | |
| ἔδωκεν ἐν δόσει τοῖς τε νῦν αὐτοῦ καὶ ἐσομένοις | |
| 5 | μύσταις, ἕως ἂν συνιστῶνται, ἀμπέλων ἐν τῇ |
| Περδυλίᾳ ἐν το͂ {²⁶τῷ}²⁶ ἄστυι πλέθρων πέντε τὸ τρίτον | |
| μέρος ἐπὶ τῷδε, ἐφ’ ᾧ τὴν καρπήαν ἐχόντων | |
| καθ’ ἔτος γείνηται ἡ ἐπὶ τῶν θρεψάντων | |
| ἄρ̣του ἑστίασις κατὰ τὸ παραδεδομένον | |
| 10 | καὶ τὴν δόσιν, Δύστρου v ιθ v, Δαισίου v ιγ, |
| Γορπιαίου v κγ, v ὀμνύντων τῶν τε νῦν καὶ | |
| τῶν ἐσομένων μυστο͂ν {²⁶μυστῶν}²⁶ τὸν θεὸν καὶ τὰ ὄργια | |
| καὶ τὸ μεσανύκτιον ἄρτου διαφυλάξειν τὴν | |
| ἐπάνο θρησκήαν κατὰ τὴν δόσιν. ἀνέθηκαν | |
| 15 | δὲ καὶ οἱ ὑπογεγραμμένοι μύσται, ἐφ’ ὁ͂ {²⁶ᾧ}²⁶ τῆς καρ- |
| πήας μετέχωσιν τὸν τοῦ ζῆν χρόνον αὐτοὶ ἐπὶ | |
| τοῦ θεοῦ καὶ μεταπαραλαμβάνωσιν οἱ ἐπεισι- | |
| όντες μύσται, τοῦ αὐτοῦ πενταπλέθρου τὰ δύο | |
| μέρη, ἐφ’ ᾧ ἄπρατα διηνεκῶς μείνῃ, ὀμοσάν- | |
| 20 | των κατὰ τὰ αὐτὰ συνδιαφυλάξειν |
| vacat | |
| col. I.21 | Λ(ούκιος) Φουλούιος Φῆλιξ |
| ἱερεύς | |
| vacat | |
| 23 | Μ(ᾶρκος) Ὄμβρειος Ἔρως |
| Νείκανδρος Νεικάνδρου | |
| 25 | Ἡρακλείδης Κορράγου |
| Γ(άϊος) Ἰούλιος Φῆλιξ | |
| Μ(ᾶρκος) Ὄμβρειος Μακεδών | |
| Τ(ίτος) Σέξτιος vacat | |
| Ν(εμέριος) Τερραῖος Ὑάκινθος | |
| 30 | Ἀντίγονος Νεικηφόρου |
| Μ(ᾶρκος) Λόλλιος Ἀττικός | |
| col. II.21 | Γ(άϊος) Ἰούλιος Ἀγαθόπους |
| Ἀβούδιο[ς ․c.5-7․]ΩΝ | |
| vacat | |
| 23 | Ν(εμέριος) Τερραῖος Φιρμανός |
| Μ(ᾶρκος) Λόλλιος Σαβεῖνος | |
| 25 | Γ(άϊος) Ῥάϊος Ζώσιμος |
| Μ(ᾶρκος) Μάριος Κερεάλις | |
| Μ(ᾶρκος) Ἀντώνιος Πρεῖμος | |
| vacat | |
| col. I-II.32 | ἀνετέθη ἐπιτρέψαντος Στράτωνος τοῦ |
| Ἐπικράτους, φύσει δὲ Διονυσίου ἱερητεύντος | |
| τὸ vv βʹ. |