[ ] Makedonia (Chalkidike) — Olynthos — 357/356 BC
1 [— — — — — — — — — — — — — — — — — — — — — — — — — — — —]․Ι̣[— —]Ι ἔχοντε[ς]
[— — — — — — — — — — — — — — συμμα]χ̣ί̣η̣ν [— — — — — — — — — —]Σ v συμμαχήσω καὶ̣
[ὀμοῦμαι κατὰ τάδε· v Χαλκιδέας] μὲν ὀμνύει̣[ν] Φιλίπ[πω]ι̣ τ̣ὰ̣[<ς> συνθή]κας τὰ<ς> ξυνὰς καὶ τοὺ-
[ς ὅρκους· ὀμνύειν δὲ Χαλκι]δεῦσι αὐτὸν καὶ οὓς ἂν ἄλλο̣υς Χαλκιδεῖς κελεύσω-
5 [σι· ποῆσαι δὲ ταῦτ’ ἀδόλως κ]αὶ ἀτεχνέως, ναὶ μὰ Δία, Γῆν, Ἥλιομ, Ποσειδῶνα· εὐορ-
[κέουσι μὲν πολλὰ καὶ ἀγαθὰ γί]νεσθ̣αι, ἐπιορκέουσι δὲ πολλ̣[ὰ] καὶ κακά· ὀμνύειν δ[ὲ] τ̣άμνο-
[ντας ὅρκια ἀμφοτέρους· τὰ] δ̣ὲ γράμμ[α]τ̣α τάδε γράψαι {Ι} ἐ[στή]λην, καὶ τὴμ μαντείην τὴ-
[ν ὑπὸ τοῦ θεοῦ δεδομένην περ]ὶ̣ τῆς συμ[μ]αχίης, Χαλκιδέ[ας μ]ὲν ἀναθεῖν ἐς τὸ ἱε[ρ]ὸ̣ν τῆ-
[ς Ἀρτέμιδος ἐν Ὀλύνθοι· Φίλιππον δ’ ἐ]ν Δίοι ἐς [τὸ] ἱερὸν το̣ῦ Διὸς τ[οῦ] Ὀ̣λυμπίου, καὶ ἐς Δελφοὺς μ-
10 [ετὰ Χαλκιδέων τὴν στήλην ἀ]ν̣αθεῖναι· τῶν δὲ γραμμάτ[ω]ν τ̣ῶνδ’ ἐξεῖν κοινῶι λόγωι χρό-
[νου προβαίνοντος μεταθεῖναι ὅ]τι ἂν δοκῆι Φιλίππωι καὶ̣ [Χαλ]κιδεῦσι. vacat
[ἔχρησεν ὁ θεὸς Χαλκιδεῦσι κ]α̣ὶ Φιλίππωι λώ̣[ι]όν τε κα[ὶ ἄμει]νον εἶμεμ φίλους τε καὶ
[συμμάχους γίνεσθαι κατὰ τὰ ὡμο]λογημένα· θῦσαι δὲ καὶ [καλ]λ̣ιερῆσαι Διὶ Τελέοι καὶ
[Ὑπάτωι, Ἀπόλλωνι Προστατηρίωι], Ἀρτέμιδι {〚[ο]〛ρ} Ὀ〚ρ̣〛θ[ω]σίαι, Ἑρμ[εῖ], καὶ κατὰ τύχαν ἀγαθὰν v
15 [ἐπεύχεσθαι τὰ λοιπὰ καλῶς] ἐ̣σσεῖσθαι, καὶ Πυθ[ώδ]ε τῶ[ι Ἀ]πόλλωνι χαριστήρια vvv
[ἀποδιδόναι, καὶ μνασιδωρ]ε̣ῖν. vacat
Search Help
Contact Us