TAPA 62 (1931) 42,2
[ ] Makedonia (Chalkidike) — Olynthos — ca. 400-348 BC
                       ΑΝΟΣ(?)
1 θεός· τύχη· ἱερεὺς Ἀντίδοτο-
ς Πολυκλέος. μεὶς Ταργηλι-
ών. Ἀρχίδαμος Μητρίχο παρὰ Σ-
ώσωνος τοῦ Θεοδώρου τὴν οἰκίην τὴ-
5 ν ἐχομένην τῆς Πολυξένο τοῦ Τηλά-
γρο καὶ τῆς Πυθίωνος τοῦ Διοδώρου ⋮ {⁸1000 dr.}⁸
{⁸1000 dr.}⁸. βεβαιωταὶ Ἀντίδοτος Θεοδώρου, Νί-
κων Ἠδωνέος ἐνιαυτὸν ἐπὶ ἀπόλυ-
σιν. μάρτυρες Πολύξενος Τηλάγρ-
10 ο, Πυθίων Διοδώρου, Νίκανδρος Ἐπιχά-
                           [ρ]εος.
Search Help
Contact Us