[ ] Thasos — Thasos (Limenas) — 4th/5th c. AD
      𐆠
1 [Δ]αλματ[ί]η θυγάτηρ με-
[γ]αλήτορος Εὐγενείοιο, /
γευσαμένη βιότοιο γλυ-
κερὸν φῶς ἐνθάδε κῖται, /
5 τὴν τρίτῳ λυκάβαντι νό-
σος δαμάσσατο λυγρή, /
παύσασ’ ἅμα γλώσσην τε
λιγίην πραπίδων τε νόημα· /
ἄνθεος αἰαρινοῖο δίκην
10 λα[β]οῦσα θύελλα / ἢ ῥόδον ἢ
κρίνον σπεύδουσ’ ὣς ἥρπασεν
Ὥρη, / ὡς αἰεὶ καὶ καλοῖσιν μι-
νυνθάδιον πέλει ἦμαρ· /
ὤ, πόνος ὡς ἄπιρος τυτθὴν
15 δ[ι]ὰ παῖδα λέλειπτο, / εἰ μὴ
Χριστὸς ἔδωκεν ἑοῖς ἀνά-
παυμα τοκεῦσιν, / ὃς πόρεν
ἀφθάρτοιο πηγῆς βίον Οὐ-
ρανιώνων· / ζώει γὰρ
20 θανάτοιο τέλος λαχοῦσα
κέλευθον· / ταῦτα δὲ δά-
κρυ χέων γενέτης θέτο ῥή-
ματα τύμβῳ.   ☧
Search Help
Contact Us