[ ] Thasos — Thasos (Limenas) — 4th/5th c. AD
      𐆠
1 [Δ]αλματ[ί]η θυγάτηρ με-
[γ]αλήτορος Εὐγενείοιο, |
γευσαμένη βιότοιο γλυ-
κερὸν φῶς ἐνθάδε κῖται, |
5 τὴν τρίτῳ λυκάβαντι νό-
σος δαμάσσατο λυγρή, †5
παύσασ’ ἅμα γλώσσην τε
λιγίην πραπίδων τε νόημα· |
ἄνθεος αἰαρινοῖο δίκην
10 λα[β]οῦσα θύελλα | ἢ ῥόδον ἢ
κρίνον σπεύδουσ’ ὣς ἥρπασεν
Ὥρη, | ὡς αἰεὶ καὶ καλοῖσιν μι-
νυνθάδιον πέλει ἦμαρ· |
ὤ, πόνος ὡς ἄπιρος τυτθὴν
15 δ[ι]ὰ παῖδα λέλειπτο, | εἰ μὴ
Χριστὸς ἔδωκεν ἑοῖς ἀνά-
παυμα τοκεῦσιν, | ὃς πόρεν
ἀφθάρτοιο πηγῆς βίον Οὐ-
ρανιώνων· | ζώει γὰρ
20 θανάτοιο τέλος λαχοῦσα
κέλευθον· | ταῦτα δὲ δά-
κρυ χέων γενέτης θέτο ῥή-
ματα τύμβῳ.   ☧
Search Help
Contact Us