[ ]
Makedonia (Edonis) — Amphipolis — 5th/6th c. AD — Demitsas, Hē Makedonia 889
1 | ☩ τὸν κοινὸν ἀνθρώπινον βίον εὐσχημόνως ❦ |
διαγαγών, διὰ παντὸς τὴν ἐλπίδα ☩ | |
τῆς ἐωνίου ζοῆς ἱκετεύσας ἀπολαβῖν παρὰ τῆς | |
μεγάλης καὶ ζωοποιοῦ ἀχράντου Τριάδος, | |
5 | ἐγὼ Λίκκων ἐνθάδε κῖμε· ὁρκίζω οὖν |
τὴν εὐλογημένην τῆς Ἀμφιπολιτῶν | |
ἁγίας ἐκκλησίας ἐπισκοπὴν καὶ τὸν ταύτης | |
θεοφιλῆ κλῆρον κατὰ πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πν(εύματο)ς | |
μὴ συνχωρῆσε ἕτερόν τινα τοῦ λοιποῦ τεθῆνε | |
10 | ἐν τούτῳ τῷ κοιμητηρίῳ μου. ❦ ☩ |